Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.68.6 | Hdt. 1.69.3 (English) | >>Hdt. 1.71.1 |
1.69.1
ταῦτα δὴ ὦν πάντα πυνθανόμενος ὁ Κροῖσος ἔπεμπε ἐς Σπάρτην ἀγγέλους δῶρά τε φέροντας καὶ δεησομένους συμμαχίης , ἐντειλάμενός τε τὰ λέγειν χρῆν . οἱ δὲ ἐλθόντες ἔλεγον ·
1.69.2 “ἔπεμψε ἡμέας Κροῖσος ὁ Λυδῶν τε καὶ ἄλλων ἐθνέων βασιλεύς , λέγων τάδε . ὦ Λακεδαιμόνιοι , χρήσαντος τοῦ θεοῦ τὸν Ἕλληνα φίλον προσθέσθαι , ὑμέας γὰρ πυνθάνομαι προεστάναι τῆς Ἑλλάδος , ὑμέας ὦν κατὰ τὸ χρηστήριον προσκαλέομαι φίλος τε θέλων γενέσθαι καὶ σύμμαχος ἄνευ τε δόλου καὶ ἀπάτης .”
1.69.3 Κροῖσος μὲν δὴ ταῦτα διʼ ἀγγέλων ἐπεκηρυκεύετο , Λακεδαιμόνιοι δὲ ἀκηκοότες καὶ αὐτοὶ τὸ θεοπρόπιον τὸ Κροίσῳ γενόμενον ἥσθησάν τε τῇ ἀπίξι τῶν Λυδῶν καὶ ἐποιήσαντο ὅρκια ξεινίης πέρι καὶ συμμαχίης · καὶ γάρ τινες αὐτοὺς εὐεργεσίαι εἶχον ἐκ Κροίσου πρότερον ἔτι γεγονυῖαι .
1.69.4 πέμψαντες γὰρ οἱ Λακεδαιμόνιοι ἐς Σάρδις χρυσὸν ὠνέοντο , ἐς ἄγαλμα βουλόμενοι χρήσασθαι τοῦτο τὸ νῦν τῆς Λακωνικῆς ἐν Θόρνακι ἵδρυται Ἀπόλλωνος · Κροῖσος δέ σφι ὠνεομένοισι ἔδωκε δωτίνην .
ch. 70
1.70.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.68.6 | Hdt. 1.69.3 (English) | >>Hdt. 1.71.1 |